DCLP

sign in

sb.6.9405 = HGV SB 6 9405 = Trismegistos 5768



DDbDP transcription: sb.6.9405 [xml]

75BC Ibion Eikosipentarouron

int
(ἔτους) ζ Χοι(ὰκ) θ ὁμ(ολογία)· Πε(τεσοῦχος) ὁ σιτολ(ογῶν) Οπλου(νον) Ὀνν(όφρει).
Ὀννόφριος Ἀφροδεισίου   ̣α̣ρ̣  ̣  ̣  ̣  ̣ ρ  ̣  ̣  ̣
Π̣ε̣τ̣ε̣σ̣ο̣ύ̣χ̣ο̣υ̣ Κ̣ά̣σ̣τ̣ο̣ρ̣ο̣ς̣ Ἀ̣λ̣ε̣ξ̣ά̣ν̣δ̣ρ̣ο̣υ̣ Ἰ̣σ̣ι̣δ̣ώ̣ρ̣ο̣υ̣
ext
βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς καὶ Τρυφαίνης τῆς ἀδελφῆς θ[εῶν]
Φιλοπατόρων κ̣α̣ὶ̣ Φιλαδέλφων ἔτ̣ο̣υ̣ς̣ ἑβδόμου ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλ[ων]
τῶν γραφομένων ἐν Ἀλεξανδρείαι μηνὸς Περιτίου ἐνάτης Χοιὰκ ἐνάτης
ἐν Ἰβίωνι Εἰκοσιπενταρούρων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ·
5ὁμολογεῖ Πετεσοῦχος Πεκώσιος ὁ σιτολογῶν Οπλουνον τὸν συγγένειον [ -ca.?- ]
<Ὀννόφρει> Με  ̣  ̣  ̣ους Ἀρσινοΐ[τηι] ἀπέχειν παρʼ αὐτοῦ ἃς ὤφειλεν αὐτῶι Πετεσούχω[ι]
ὁ τοῦ Ὀννόφριος οἰκεῖ[ος Πακρ]άτης Τεκωυς(*) Ἀπολλωνίου τοῦ καὶ Ὥρου σὺν τῆ[ι]
ἑαυτοῦ Πακράτου γυναικὶ Θαίδι τῇ καὶ Ταήσει Ἑρμώνιος τοῦ καὶ Πετερμού[ -ca.?- ]
συνηλλαχότες Πέρσαι [τῆ]ς ἐπιγονῆς κατὰ συγγραφὴν δανείου ἑξαμάρτ[υρον]
10κριθῆς ἀρτάβας δεκατρεῖς σὺν ἡμιολίαι, ὧν κὲ(*) ἀπόδοσις Παῦνι [τοῦ]
[ἐνεστῶτος] ἔτους [συνγρα]ψάντων ἀλληλεγγύων εἰς ἔκτεισιν(*), περὶ ὧν καὶ [ὑπ-]
έθεντο οἱ αὐτοὶ τῶι Πετεσούχωι καθʼ ἑτέραν ἑξαμάρτυρον ὁμολογίαν πρά[σεως]
βοὸς [θ]ηλείας πρὸς ἀσφ[ά]λειαν τοῦ δανείου· τὸ δὲ προκείμενον κεφάλαιον ἀ[πέ-]
χειν τὸν Πετεσοῦχον [πα]ρὰ τοῦ Ὀννόφριος πα[ραχρῆ]μα πάσας ἐκ πλήρους·
15τὰς δὲ δηλουμένας [ἀσ]φαλείας ἀπο[δ]εδωκ[ένα]ι τὸν Πετεσοῦχον τῶι
[Ὀννόφρει εἰς ἀ]κ̣[ύρωσιν - ca.17 -]αυτ  ̣[- ca.10 -]
Πετεσούχωι καὶ παντὶ [τῶ]ι ἐπελευσομένωι καὶ μὴ ἐπελεύσ[εσθαι μή-]
τʼ αὐτὸν Πετεσοῦχον [μή]τʼ ἄλλον περὶ αὐτοῦ ἐπʼ Ὀννῶφριν μηδὲ ἐπ[ὶ τὴν]
τοῦ τετελευκότος [Τ]εκωῦτος γυναῖκαν(*) Θαίδα μηδὲ ἐπὶ τοὺς
20παρʼ αὐτῶν περὶ μηδ[ενὸς] τ̣ῶ̣ν̣ π̣ροκειμένων μηδʼ ἐγκαλαλεῖν(*)
καθʼ ὅντινα οὖν τρόπον· ἐπελθοῦσι δὲ ἡ ἔφοδος αὐτοῖς ἄκυρος ἔστω
καὶ προσαποτισάτω ὁ ἐπελευσόμενος Ὀννώφρει παραχρῆμα
ἐπ[ίτιμον ἀργυρίου νομίσματος δρα]χμὰς [ἑκα]τὸν καὶ τὸ βλάβος καὶ μη-
[δὲν ἧσσον ἡ ὁμολογία ἥδε κυρία ἔστω.]
25[- ca.18 -]  ̣  ̣  ̣ρ  ̣  ̣[  ̣]  ̣α̣ρα̣  ̣  ̣  ̣  ̣δωρος Θεοδώρ[ου]
[- ca.18 -]νος Ἡρώδου, Κάστωρ Μνήμονος, Σαραπίων
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ οἱ ἓξ Πέρσαι τῆς ἐ]πιγονῆς.
συγγραφοφύλαξ Ἀφροδείσι[ος]

Apparatus


^ ext.7. l. Τεκωῦτος
^ ext.10. l. καὶ
^ ext.11. l. ἔκτισιν
^ ext.19. l. γυναῖκα
^ ext.20. l. ἐγκαλεῖν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.