DCLP

sign in

sb.6.9387 = HGV SB 6 9387 = Trismegistos 27814



DDbDP transcription: sb.6.9387 [xml]

II-IIIspc Ibion Eikosipentarouron

r
  ̣[ -ca.?- ]  ̣  ̣[ -ca.?- ]
γρ̣άφειν σ̣ο̣ι ἵνα μ[ή] δόξω ἠμελ̣ε̣κ̣έν̣α̣ι̣(*), σὺ δὲ ο̣[ἰ]κονόμει ὡς βού-
λει, εἰ γὰρ κατέγνως μου ἐν ἄλ̣[λ]οις π̣ράγμασι· ὤ̣φειλες τοῦτο πρὸ
πάντων εἰδέναι· εἰ δὲ ἐπισ̣υμφέ̣ρον τί σοι τοῦτο ποιῶι(*) καὶ γρά-
5[φ]ω σοι, ο̣ὐκ ὀφείλεις ἀμελεῖν· ἡ γὰρ ὁληι(*) συζήτησις ἐγένετο
τῷ τὸν στρατηγὸν μεθ̣[ί]σ̣τασθαι, καὶ εὔλ̣ογόν ἐστι ὃ λέγει· καὶ γὰρ
[τ]ῷ πράγματι συμφέρει τοῦτο· ἀπελογησάμην σοι οὖν πε-
[ρὶ] πάν̣[τ]ων, ἵνα μὴ δ̣όξῃς ἀναισθήτως γε̣γ̣ρ̣α̣φέναι,
[εἰ] καὶ ἀναιδῶς τοῦτό σοι διὰ τῶν ἐπιστολῶν γεγραφέναι
10[μέ]χρι ταύτης τῆς ἐπιστο̣λ̣ῆς ἠρκέσθην· [κατα]γει[ν]ώσκειν(*)
δ̣έ σε θέλ̣ω, ὅ̣τι ἐδόθη ἀν̣αφό̣ριον τῷ κρατίστωι Ἀπολλωνίωι
περὶ φοινίκων τριῶν καὶ στροβειλέας(*) μιᾶς περὶ Ἑρμού-
π̣ολιν Θ̣εμίστου μερίδος ἐν ἐλαιονοπαραδείσῳ(*) καὶ φοινικῶ-
νι τῆς Τ̣ω̣ν̣αιτιανῆς οὐσίας μισθώσεως Πτολεμαίου Πρωτάρ-
15χου καὶ μετόχων. γράφω σοι οὖν, ἵνʼ εἰδῇς, ἐπειδὴ πρὸ πολ-
λοῦ μ[εμ]νησμένος(*) ᾖς μοι περὶ τῆς στροβιλέας· φανερὸν οὖν
σοι ἐπόησα(*) τοῦτο, ἵνʼ ὃ βού[λ]ει περὶ τούτο[υ] ἀντιφωνήσῃς·
ἔρρωσο.
ἄσπασ[αι] τοὺς σοὺς πάντας [κ]αὶ Ἀπίωνα καὶ Ἥρωνα τοὺς κρατίστους·
20μέχρι τ[ο]ῦτο ὁ ἐπίτροπ[ο]ς ο[ὔ]πω παρε̣γένετο, ἀλλὰ προσδό-
κιμός ἐστιν.
v
Ἥρω̣ν̣ι̣ φίλωι

Apparatus


^ r.2. l. ἠμεληκέναι
^ r.4. l. ποιῶ
^ r.5. l. ὅλη
^ r.10. l. καταγινώσκειν
^ r.12. l. στροβιλέας
^ r.13. l. ἐλαιωνοπαραδείσῳ
^ r.16. l. μεμνημένος
^ r.17. l. ἐποίησα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.