DDbDP transcription: psi.5.533 [xml]
IIIsac Philadelphia
r
ὑπόμνημα Ζήνωνι παρὰ [Ἀμύν]τ̣[ου](*).
ἐὰν ἐκ̣π̣ο̣ιῆι σοι, σκηνὴν κατάγαγε̣
ἡμῖν τετράκλινον ἢ πεντάκλι-
νον, καὶ αὐλαίαν περὶ μὲν αὐτὴν τὴν
5σκηνὴ̣ν ἐρεᾶν, ἄλλην δὲ λινῆν πηχῶν
ἑξήκοντα · τὰ δὲ ξύλινα ἐὰμ(*) μὴ ἦι,
ἐν πόλει ἔσται· καὶ λόφους τριχίνους
ὅ τι βελτίστους γ. γράψω δὲ
καὶ Ἱκεσίωι περὶ τοῦ πατρὸς ὡς ἂν πλῆι
10ὁ κέλης, καὶ πρότερον δὲ ἔγραψα.
——
καλῶς δʼ ἂν ποιήσαις καὶ γράψας
ἐπιμελῶς καὶ δοὺς Ἕρμωνι τῶν εἰς τὴν
ναῦν ὅσα μὴ δύναται ἄνωθεν ἀγορασ-
θῆναι, ἵνα ἐκ πόλεως ἀγορασθῆι.
——
15καὶ περὶ τοῦ σκιοπρώιρου καὶ σκιοπρύμνου
τῶν ἐν Ναυκράτει ὅπως μνησθῆις κατα-
γαγεῖν ὡς ἂν καταπλῆις· οὐ γὰρ κατῆ-
κται.
vἐὰν ἐκ̣π̣ο̣ιῆι σοι, σκηνὴν κατάγαγε̣
ἡμῖν τετράκλινον ἢ πεντάκλι-
νον, καὶ αὐλαίαν περὶ μὲν αὐτὴν τὴν
5σκηνὴ̣ν ἐρεᾶν, ἄλλην δὲ λινῆν πηχῶν
ἑξήκοντα · τὰ δὲ ξύλινα ἐὰμ(*) μὴ ἦι,
ἐν πόλει ἔσται· καὶ λόφους τριχίνους
ὅ τι βελτίστους γ. γράψω δὲ
καὶ Ἱκεσίωι περὶ τοῦ πατρὸς ὡς ἂν πλῆι
10ὁ κέλης, καὶ πρότερον δὲ ἔγραψα.
——
καλῶς δʼ ἂν ποιήσαις καὶ γράψας
ἐπιμελῶς καὶ δοὺς Ἕρμωνι τῶν εἰς τὴν
ναῦν ὅσα μὴ δύναται ἄνωθεν ἀγορασ-
θῆναι, ἵνα ἐκ πόλεως ἀγορασθῆι.
——
15καὶ περὶ τοῦ σκιοπρώιρου καὶ σκιοπρύμνου
τῶν ἐν Ναυκράτει ὅπως μνησθῆις κατα-
γαγεῖν ὡς ἂν καταπλῆις· οὐ γὰρ κατῆ-
κται.
Apparatus
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.