DCLP

sign in

psi.4.383 = HGV PSI 4 383 = Trismegistos 2067



DDbDP transcription: psi.4.383 [xml]

248/247BC Philadelphia

r
Ἀρίστανδρος Ζήνωνι χαίρειν. Θήρων ὁ ἀποδεδωκώς σοι τὴν ἐπιστολήν ἐστιν ἡμῶν
οἰκεῖος· γεωργῶν δὲ κτημάτιόν τι καὶ τὰ̣ γινόμενα εἰς τὸ βασιλικὸν δ̣ι[ωρθ]ω̣μένος
ἠδίκηται ὑπὸ τῶν ἐπὶ τοῦ τελωνίου π[ραγ]ματευομένων, περὶ ὧν εἰδήσεις ἐκ τῆς ὑπ̣[ο-]
γεγραμμένης σοι ἐντεύξεως. καλῶς ἂν [οὖ]ν ποιήσαις, ἐπειδὴ μετενήνεκται ἡ ἔν̣τ̣ε̣υ̣[ξις]
5πρὸς Ἀπολλώνιον, ἀξ[ιώσ]α̣ς̣ τ̣ο̣ῦ̣τ̣ον ὅπ̣[ως σπ]ο̣υδ̣ά̣σηι τὴν ταχίστην αὐτῶι κατὰ λόγ[ον]
χρηματισθῆναι. ἔρρωσο.
βασιλεῖ Πτολεμαίωι χαίρειν Θήρων. εἰμὶ τῶν γεωργ[ῶν]· καταβεβληκότος δέ μου τὸ λοιπὸν
τοῦ γινομένου τέλους εἰς ἀναπλήρωσιν τοῦ λη (ἔτους) λαβόντες \οἱ/ ἀπὸ τῆς τραπέζης τὴν
παρὰ τῶν τελωνῶν διαγ[ρ]αφήν, ἣν ἀπεκόμισεν αὐτοῖ[ς] ὁ τὸν οἶνον ἐωνημένος κάπηλος, ἀνα-
10φέρουσίν μοι τὴν καταβολὴν τοῦ τέλους κατατεταχότες ε[ἰ]ς τὸ λζ (ἔτος), ἐμοῦ οὐθὲν ὀφείλοντος
ἀλλʼ εὐτακτηκότος πάντα. ἐπεὶ οὖν διαμαρτόντες οἱ ἀπὸ τοῦ τελωνίου ἔγραψαν τὴν διαγραφὴν
εἰς τὸ λζ (ἔτος), δέομαί σου, βασιλεῦ, ἀποσταλ[ῆ]ναί μου τὴν ἔντευξιν ἐπʼ Ἀπολλώνιον τὸν
διοικητήν, ὅπως, ἂν φαίνωμαι μηθὲν ὀφείλων εἰς τὸ λζ (ἔτος), ἀλλʼ εὐτακτηκὼς πάντα τὰ γινό-
μενα, τοῦτο δὲ τὸ ἀργύριον διωρθωμένος εἰς τὸ λη (ἔτος), καθὰ γράφω, συντάξηι μεταθεῖναί μου̣
15τὴν καταβολὴν εἰς τὸ λη (ἔτος), ἵνα καταπεφευγὼς ἐπὶ σὲ τὸμ(*) πάντων σωτῆρα μὴ ἀδικηθῶ,
ἀλλὰ τῶν δικαίων τύχω.
εὐτύχει.
v
Ζήνωνι

Apparatus


^ r.15. l. τὸν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.