DCLP

sign in

p.mil.vogl.2.71 = HGV P.Mil. Vogl. 2 71 = Trismegistos 12364 = sb.6.9264



DDbDP transcription: p.mil.vogl.2.71 [xml]

AD161-180 Tebtynis
[Reprinted from: sb.6.9264] SB6,9264

[ἔτους - ca.10 -]του Αὐτοκράτορος Καίσαρο[ς Μάρκου Αὐρηλίου Ἀ]ντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ
[Γερμανικοῦ μεγίσ]του μηνὸς Καισαρείου Μεσορ[ὴ ἐνάτῃ ἐν Πτολεμ(?)]α̣ΐ̣δι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἀμμωνᾶς
[- ca.9 - ἀπὸ] κώμης Τεπτύ̣νεως ὡς ἐτῶ[ν - ca.10 - δύ]ο οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς τῇ προούσῃ καὶ συνούσῃ
[αὐτῷ ἀγράφως] γυναικὶ Τεφορσάϊτι τῇ καὶ Ε[ὐδαιμονίδι Ἥρωνος] τοῦ Πασίωνος ἀπ[ὸ] τῆς αὐτῆς κώμης ὡς ἐτῶν εἴκοσι ἓν(*)
5[ἀσήμῳ, μετὰ] κυρίου οὗ ἑκουσίως ᾕ[ρηται διὰ Σαβείνου ἱερέως] ἐξηγητοῦ κατὰ τὸν ἐπισταλέντα ὑπὸ αὐτοῦ χρηματισμὸν οὗ ἀντί-
[γραφον ὑπόκειται Π]λουτίωνος Πτ[ο]λεμαίου ὡ̣[ς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀ]ντικνημίῳ ἀριστε[ρ]ῷ, ἔχειν τὸν ὁμολογοῦντα Ἀμμωνᾶν παρὰ
[Τεφορσάϊτος τῆς καὶ] Εὐδαιμονίδος ἐν προσφ[ορᾷ τὴν φερνὴν χρυσ]ίου δοκιμείου σ̣τ̣[α]θμῷ Ἀρσινοειτικῷ τ[ετ]άρτας δύο αἵ εἰσιν ἐνωτί-
[ων ζεῦγος καὶ] ἱμάτιον λευκ[ὸν ἐν] σ̣υ̣ν̣[τιμήσει δραχμῶ]ν̣ τεσσαράκοντα . [σ]υμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμ-
[πτως ὡς καὶ πρότερον], τοῦ Ἀ̣μμων[ᾶτος] ἐ̣π̣ιχορηγ[οῦντος αὐτῇ τὰ δέον]τα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ
10[κατὰ δύναμιν, αὐτῆς] δὲ τῆς Τεφορσάϊτος τῆς καὶ Ε[ὐδαιμονίδος ἄμεμπ]τον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει.
[ἐὰν δὲ διαφορᾶς γε]νομένης χωρίζονται ἀπʼ ἀλλ[ήλων, ἀποδώτω(*) ὁ Ἀ]μμωνᾶς τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονίδι τὴν προκειμένην φερνὴν
[χρυσίου τετάρτ]ας δύο ἐν τῷ αὐτῷ κοσμαρίῳ κα[ὶ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ τὰ ἱμά]τια σὺν τῷ ἀποδέοντι ἢ τὴν προκειμένην αὐτῶν συντείμησιν(*)
[ἐπὶ μὲν τῆς ἀποπομπῆς] παραχρῆμα, ἐ̣π̣ὶ̣ δὲ τῆς ἑκ[ουσίας ἀπαλλαγῆς ἐν ἡμ]έραις ἑξήκοντα , γενομ̣ένης τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονί-
[δι τῆς πράξεως ἔκ τε] τοῦ Ἀμμωνᾶ̣[τ]ο̣ς καὶ ἐ̣[κ τῶν ὑπαρχόντων] αὐτῷ πάντων καθάπερ ἐκ δίκης. γέγονεν δὲ αὐτοῖς ἐξ ἀλλήλων θυγά-
15[τηρ Εὐδαιμονὶς μὴ ἀνα]γεγραμμέν[η] μ̣έχ̣ρ̣ι [νῦν. ὑπογρα̣φεὺς(?)] τοῦ Ἀμμωνᾶτος Ἁρποκρατίων Νεμεσᾶ τοῦ Λεωνίδου ὡς (ἐτῶν) μ οὐλὴ ἀντικνημ(ίῳ) δεξιῷ.
[ἔστι δὲ τοῦ χρηματισμοῦ τὸ] ἀντίγραφον· [Σαβεῖνος ἱερεὺς ἐξηγητὴς] κ̣α̣[ὶ ἀ]ρχ̣ι̣π̣ρ̣ύ̣τανις τοῖς τὰ ἀρχε̣ῖ̣α πραγματευομένοις χαίρειν. τοῦ δοθέν-
[τος μοι ἀξιώματ]ο̣ς̣ Τεφορ[σάϊτος τῆς καὶ Εὐδαιμονίδος] Ἥρωνος ε̣ἴ̣σον(*) ὑμεῖν(*) ἐπιστέλλεται διὰ Πτολεμαίου ὑπη̣ρέτου τῆς ἀρχῖς(*)
[ἵνα   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ συγ]χ̣ρη̣μα̣τ̣ί̣[σητε αὐτῇ τὴν προσφορὰν π]οιουμένῃ μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται διʼ ἐμοῦ Πλουτίωνος Πτ̣ο̣-
[λεμαίου ὡς ἐτῶν τε]σσαρά[κο]ν[τα. (ἔτους) -ca.?- Ἀντω]νείνου Καίσαρος τοῦ κυρίου Παῦνι λ Σαβείνῳ ἱ(*)ερεῖ ἐξηγητῇ παρὰ
20[Τεφορσάϊτος τῆς καὶ Εὐδαιμο]νίδος Ἥρ[ωνος τοῦ Πασίωνος ἀπ]ὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος μετὰ κυρίου οὗ ἑκου-
[σίως αἱροῦμαι διὰ σοῦ Πλουτίωνος Πτολεμαίου ἀπὸ Ἀρσινοειτῶν π]όλεως. βουλομένη προσενεγκάσθαι ἐν προσφορᾷ τῷ συνόντι μοι ἔτι πά-
[λαι ἀνδρὶ Ἀμμωνᾶτι -ca.?- ἀπὸ τῆς αὐτῆς] κώμης χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συν-
[τιμήσει δραχμῶν τεσσαράκοντα καὶ ἰδίᾳ ἀπογραφῆναι τ]ὴν γεγονυῖαν ἡμεῖν(*) ἐκ ἀλλήλων θυγατέρα Εὐδαιμονίδα, ἐμποδίζομαι
[μὴ ἔχουσα τὸν ἐπιγραφησόμενόν μου κύριον διὰ τὸ μὴ περιεῖ]ναί μοι πατέρα μηδὲ πατρὸς πατέρα μηδὲ ἔχειν ἀδελφοὺς μηδὲ υἱούς. ὅ̣θ̣ε̣ν̣
25[αἱρούμενη διὰ σοῦ τὸν προγεγραμμένον Πλουτίωνα ἐπιδίδωμι καὶ] ἀξιῶ ἐπισταλ̣ῆ̣ναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοι̣ς σ̣υ̣ν̣χρηματίζειν
[μοι αὐτὸν τὸν Πλουτίωνα τὴν προσφορὰν ποιουμένῃ ἵνʼ ὦ φιλανθ]ρ̣ωπημ̣έ̣[νη. ἔρρωσο. Π]τολεμαῖος [πρ]υτανικ̣ὸ̣ς̣ κ̣α̣ὶ̣ ἐξηγητικὸς ὑπ̣η̣ρε-
[της μετενήνοχα. (hand 2) Ἀμμωνᾶς -ca.?- ὁμολογῶ] ἔ̣χ̣ε̣ι̣ν̣ παρὰ τῆς Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος διὰ χιρο(*)
[χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει] δραχμῶν τεσσαράκοντα καὶ ἐπὶ τοῦ χορησμοῦ(*) ἀποτώ-
[σω](*) [τὴν προκειμένην φερνὴν ὡς πρόκειται. Ἁ]ρποκρατίων Ν̣ε̣μ̣εσᾶ ἐγρα(*) ὑπὲρ αὐτῶ(*) ἀγραμμάτου
30[ὄντος (hand 3) Τεφορσάϊς ἡ καὶ Εὐδαιμονὶς μετὰ κυρίου οὗ ἑκουσίως] ᾕρη̣μαι̣ [ὡς] πρ̣όκειτα[ι] Πλουτίωνος Πτολεμαίου προσενήνε-
[γκα τὰ προκείμενα κοσμάρια καὶ ἱμάτια καὶ ἀπογράψομαι ἣν γέγονε]ν ἐξ ἀλ̣λ̣ή[λ]ω̣ν̣ θυγατηρ(*) Εὐδαιμονίς(*) ὡς πρόκειται. Πλουτίων
[Πτολεμαίου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. (ἔτους)   ̣ Μεσορὴ] θ.

Apparatus


^ 4. l. ἑνὸς
^ 11. l. ἀποδότω
^ 12. l. συντίμησιν
^ 17. l. ἴσον
^ 17. l. ὑμῖν
^ 17. l. ἀρχῆς
^ 19. ϊερει papyrus
^ 23. l. ἡμῖν
^ 27. l. χειρὸ<ς>
^ 28. l. χωρισμοῦ
^ 28-29. l. ἀποδώ|[σω]
^ 29. l. ἔγρα<ψα>
^ 29. l. αὐτοῦ
^ 31. l. θυγατέρα
^ 31. l. Εὐδαιμονίδα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.