DCLP

sign in

p.cair.zen.3.59462 = HGV P.Cair. Zen. 3 59462 = Trismegistos 1100 = oxford-ipap.apis.941



DDbDP transcription: p.cair.zen.3.59462 [xml]

IIIsac Philadelphia

r
Κρίτων Ζήνωνι χαίρειν. καλῶ[ς ἂν ποι]ήσαις ἐπιστροφὴν ὑπὲρ ἐμοῦ ποιησάμενος, ἵνα μὴ ἔτι
τὸμ(*) πλείω χρόνον καταφθείρωμαι.   ̣[  ̣  ̣  ̣με]νος γὰρ μοι εἰς τὴν εἰκαδι(*) οἰκονομήσειν οὐθὲν πεποίηκε,
ἀλλὰ καὶ ἐμοῦ ἐν ἀγρῶι καθεύδοντος τ[ήν τε] ὗν νυκτὸς ἐκ τῆς αὐλῆς ἐξέβαλλε ἐπίτοκον οὖσαν
καὶ τὴν γυναῖκά μου ἐξεκαλεῖτο φ̣[άμενο]ς νευροκοπήσειν καὶ ἐμὲ προεκαλεῖτο οἰόμενος
5εἴσω με καθεύδε̣ι̣ν̣. παραγενομένου [δέ μου] ἐξ ἀγροῦ ἀπήγγελλέ μοι ἡ γυνὴ τὰ γενόμενα
πάντα. ἐγὼ δὲ το̣ύ̣τ̣ων οὐθενὶ οὐθὲν [ἐδή]λ̣ωσα ἕως ἂν αἱ ἡμέραι ἅς ᾐτήσατο παρέλθωσιν·
τὴν δὲ ὗν οὐκέτι εἰσήγαγον εἰς τὴν α[ὐλήν]. ἐνεύχομαι οὖν σου κατὰ τῶν ἀδελφῶν(*) καὶ τοῦ βασιλέως
οἰκονομῆσαι τὰ περὶ ἐμέ, ἵνα μηκέτι [τ]αῦτα γίνηται μηδʼ ἔτι τὸμ(*) πλείω χρόνον παροινῶμαι.
[ὀ]μνύω δέ σοι τὸμ(*) βασιλέως δαίμονα [κ]α̣ὶ̣ Βερενίκην βασίλισσαν, ἵνα μὴ δ̣ο̣κῇς {με} ἐφʼ ὕβρει με
10[ἐ]ξορκίζειν αὐτόν, μὴ εἰληφέναι μηδεμίαν(*) πλίνθον παρʼ αὐτοῦ. σὺ οὖν πολυώρησον
ὑπὲρ τούτων.
ἔρρωσο.
v
Ζήν[ωνι].

Apparatus


^ r.2. l. τὸν
^ r.2. l. εἰκάδα
^ r.7. Ἀδελφῶν prev. ed.
^ r.8. l. τὸν
^ r.9. l. τὸν
^ r.10. μηδὲ μίαν prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.