DCLP

sign in

p.apoll.11 = HGV P.Apoll. 11 = Trismegistos 20237



DDbDP transcription: p.apoll.11 [xml]

AD705 Apollonopolis Magna

r
† ἵνα μάθῃ ἡ θεοφύλακτος ὑμῶ[ν ἀδελφ]ότης ὡ[ς] προχθὲς ἥτις ἐ[σ]τὶ[ν] ζ τοῦ παρόντος μηνὸς κατέπλευσεν
ὁ δεσπότης μου ὁ ἐνδοξότατος τοποτηρ[η]τής, καὶ ἐκέλευσέν μοι γράψαι ὑμῖν ἵνα γράψητέ μοι τὸ πρᾶγμα
τοῦ πλοίου τὸ τί ἐπ[ο]ιήσατε εἰς αὐτό· ἅμα [ο]ὖν τῇ ἀναγνώσει τῆς παρούσης ἐπιστολῆς {ἐπιστολῆς} ἡ θεοφύλ(ακτος)
ὑμῶν ἀδελφότης γράψῃ μοι τὴν πε[ρι]πέτειαν τοῦ πράγματος, καὶ τὸ τί δεεται(*) πάλιν λόγῳ αὐτοῦ. ὄπιθεν δ[ὲ]
5τῶν παρόντων γραμμάτων πέμπω ὑμῖν τὴν συκομορέαν ξηράν· ἀλλὰ πέμψατε τὸν ἄνθρωπον ὑμῶν πρὸς τὸν
Κῦριν Ἀριστοφάνην ὀφείλοντα ἐπιλέξασθαι τὴν ἀκανθέαν λόγῳ τοῦ λεγομέ(νου) κερκίς, ἐπειδὴ αὐτὸς αὐτὴν
παρέχει, καὶ ἀσπάζομαι ὑμᾶς διὰ τοῦ γράμμ(ατος). ἀλλὰ ἐὰν κατέλθῃ ὁ ἄνθρωπος ὑμῶν γράψατέ μοι πάλιν διʼ αὐτοῦ, καὶ γράψατ[ε]
πρὸς τὸν Κῦριν Ἀριστοφάνην χάριν τούτου πάλιν † Χοι(ὰκ) θ ἰνδ(ικτίονος) δ
v
† τῷ θεοφυλ(άκτῳ) μου δεσπό(τῃ) (καὶ) ἀδελφῷ Παπᾷ τῷ παγάρχ(ῳ) Ἀπόλλω(νος) Ἄνω † Ἑλλάδιος †
10(hand 2) † περὶ τοῦ πλοί(ου) †

Apparatus


^ r.4. l. δεῖται

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.