DCLP

sign in

Trismegistos 59778 = LDAB 882



DCLP Transcription [xml]

Introduction

This papyrus has been digitally edited by Marcel Moser and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

column 1
0-- -- -- -- -- -- -- -- -- --
1αι̣π̣[  ̣  ̣  ̣ -ca.?- ]
ξανθὸς δ̣[  ̣  ̣  ̣ -ca.?- ]
καί οἱ δειμαίνοντ̣[ι  ̣  ̣  ̣ -ca.?- ]
ταρφέες ἀφλοισμῶι δ̣ι̣[  ̣  ̣  ̣]
5οἱ δ' ὄπιθεν λασίηι ὑπὸ γαστέρι πεπ[τηῶτες]
οὐραῖοι λειχμῶντο(*) περὶ πλευρῆισι δρ̣ά̣[κοντες.]
ἐν καί οἱ βλεφάροις κυάνῳ ἤστραπτε   ̣  ̣[  ̣  ̣  ̣]
ἦ που θερμάστραις ἤ που Μελιγουνίδι τοῖαι
μαρμαρυγαί, αἴρηισ⟦σ⟧ιν(*) ὅτε ῥήσσοιτο σίδηρος,
10ἠέρ' ἀναθρῴσκουσι, βοᾶι δ' εὐήλατος ἄκμων,
ἢ Αἴτνην ψολόεσσαν, ἐναύλιον Ἀστερόποιο.
ἵκετο μὴν Τίρυνθα παλιγκότωι Εὐρυσθῆι
ζωὸς ὑπὲξ Ἀίδαο δυώδεκα λοῖσθος ἀέθλων,
καί μιν ἐνὶ τριόδοισι πολυκρίθοιο Μιδείης
15ταρβαλέαι σὺν παισὶν ἐθηήσαντο γυναῖκες.
column 2
0-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?-   ̣  ̣  ̣] ὄπισθε
[ -ca.?-   ̣  ̣  ̣]α φέροιτο
[ -ca.?-   ̣  ̣  ̣]θι κάππεσε λύχνου
[ -ca.?-   ̣  ̣  ̣]α κατὰ Γλαυκώπιον Ἕρσηι
5[οὕνεκ' Ἀθ]η̣ναίης ἱερὴν ἀνελύσατο κίστην
[  ̣  ̣  ̣  ̣  ̣]ης. ἢ ὅσσον ὁδοιπόροι ἐρρήσσοντο
[Σκε]ίρων ἔνθα πόδεσσι̣ν̣ ἀ̣εικέα μήδετο χύτλα
[ο]ὐ̣κ ἐπὶ δήν· Αἴθρης γὰρ ἀλοιηθεὶς ὑπὸ παὶδι(*)
νωιτέρης χέλυος πύματος <ἐ>λιπήνατο λαιμόν.
10ἢ καί νιν σφεδανοῖο τανυσσαμένη ἀπὸ τόξου
Ταιναρίη λοχίηισι γυναικῶν ἐμπελάτειρα
Ἄρτεμις ὠδίνεσσι νέῶι(*) ταλάωρι μετάσποι.
ὀκχόιη(*) δ' Ἀχέροντι βαρὺν λίθον Ἀσκαλάφοιο,
τόν οἱ χωσαμένη γυίοις ἐπιήραρε Δὴω(*),
15μαρτυρίην ὅτι μοῦνος ἐθήκατο Φερσεφονείη(hand 2) ι.

Apparatus


^ 1.6. l. λιχμῶντο
^ 1.9. l. αἴρηισιν
^ 2.8. l. παιδὶ
^ 2.12. l. ὠδίνεσσιν ἑῶι
^ 2.13. l. ὀκχοίη
^ 2.14. l. Δηώ

Editorial History; All History; (detailed)